Πάρειμι καὶ ὑμεῖς ἐν Ἐμοὶ ἐν ἀνυποκρίτῳ ἀγάπῃ, ἵνα τὴν Ἀγάπην Μου ὁλοκληρωτικῶς κτήσητε. Χωρήσατε ἐν ταύτῃ καὶ διὰ ταύτης μόνον προσκτήσητε τῆς ψυχῆς ὑμῶν τοὺς πόθους.
Ἐγὼ Εἰμι ἡ Ἀγάπη, Ἐγὼ Εἰμι ἡ Ζωή, ἡ ἐν τῇ Ἀγάπῃ γεννωμένη καὶ ἐν ταύτῃ ἀναδεικνυομένη. Ἐγὼ Εἰμι τὸ Φῶς, τὸ ἐκ τῆς Ἀγάπης ἀπορρέον καὶ Ἐγὼ τά πάντα πληρῶ Ἀγάπης καὶ τοὺς καρποὺς ταύτης παρέχω τοῖς πᾶσι. Τίς ἐπ’ Ἐμοὶ ἐπίστευσε καὶ οὐκ ἐπροσκτήσατο τῶν δώρων Μου; Τίς ἤλπισεν ἐπ’ Ἐμοῦ διὰ τὰς προσδοκίας του καὶ οὐκ ἠρύσθη τῶν προσδοκομένων; Καὶ ὑμεῖς νῦν συνερχόμενοι ἐν Ἐμοὶ καὶ μετ’ Ἐμοῦ φερόμενοι καὶ τῷ Φωτί διαμένοντες ἀντλήσητε ἐκ τοῦ Φωτὸς τὰ στοιχεῖα ἐκεῖνα, ἅτινα ἤθελον καταστῶσι τῆς ἐπικρατείας ὑμῶν τὰ ὅπλα διὰ τὰς μελλούσας εὐγενεῖς ὑμῶν προσπαθείας.
Μὴ κρίνητε οὐδένα ἀντιδρῶντα ὑμῖν ἢ δυσπραγοῦντα καθ’ ὑμῶν. Ἐγὼ τοὺς πάντας καὶ τὰ πάντα θέλω πρὸ ὑμῶν φέρει οὕτω, ἵνα πλειόνως καὶ ὑπερτέρως ἀναδείξω τὸ ἔργον Μου, σὺν τούτῳ καὶ ὑμᾶς.
Μὴ ζητῆτε ὅμως κοσμικὴν ἀνάδειξιν, ὅτι ὁ κόσμος ὑμᾶς μέλλει πολεμήσει καὶ καταπατήσει τὰ αὐτοῖς παρ’ ὑμῶν δοθησόμενα καὶ θέλει ποτίσει ὑμᾶς πικριῶν καὶ θέλει ἐκζητήσει ὑμῶν τὴν ἀπώλειαν, ἀλλ’ ἐπὶ πᾶσι τούτοις ὑμεῖς χαρῆτε, ὅτι ἐκρίθητε ἄξιοι ὑπερτέρων βαρῶν, ἅτινα ζητοῦσι καὶ ἀναλόγους δυνάμεις, ἄρα αἱ δυνάμεις ὑμῶν ἰσχυραὶ ἐκρίθησαν καὶ ἐκρίθησαν οὕτω διὰ τῆς Ἐμῆς Ἰσχύος καὶ ἡ Ἰσχύς Μου οὐδέποτε καταλείψει ὑμᾶς καὶ οὐδέποτε τῆς ὑπομονῆς καὶ ἐγκαρτερήσεως διὰ τὸ ἔργον Μου θέλετε στερηθῇ.
Συνέρχεσθε νῦν καὶ ἀεὶ ἐν Ἐμοὶ καὶ ἐμποτισθῆτε ἐκ τῆς Ἐμῆς Ἀγάπης οἱ πάντες καὶ πεποιθότες ἐν Ἐμοὶ πορεύεσθε. Ἐστὲ ἐν Εἰρήνῃ καὶ Ἀγάπῃ.
15/12/1925